Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.51 Dem. 22.54 (English) >>Dem. 22.57

22.53καίτοι, ἄνδρες Ἀθηναῖοι, τί οἴεσθʼ ὁπότʼ ἄνθρωπος πένης καὶ πλούσιος, πολλὰ δʼ ἀνηλωκὼς καί τινʼ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, τέγος ὡς τοὺς γείτονας ὑπερβαίνοι, ὑποδύοιθʼ ὑπὸ κλίνην ὑπὲρ τοῦ μὴ τὸ σῶμʼ ἁλοὺς εἰς τὸ δεσμωτήριον ἕλκεσθαι, ἄλλʼ ἀσχημονοίη δούλων, οὐκ ἐλευθέρων ἐστὶν ἔργα, καὶ ταῦθʼ ὑπὸ τῆς αὑτοῦ γυναικὸς ὁρῷτο ποιῶν, ἣν ὡς ἐλεύθερος ἠγγυήσατο καὶ τῆς πόλεως πολίτης, δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδʼ ὑπὲρ αὑτοῦ δίκην λαμβάνειν ἐᾷ τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γʼ ὑπὲρ τῆς πόλεως; 22.54καίτοι εἴ τις ἔροιτʼ αὐτόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματʼ τὰ σώματʼ ὀφείλει, τὰ κτήματα φήσειεν ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοιτο· ἀπὸ γὰρ τούτων εἰσφέρομεν. τίνος οὖν εἵνεκʼ ἀφεὶς τὸ τὰ χωρία δημεύειν καὶ τὰς οἰκίας καὶ ταῦτʼ ἀπογράφειν, ἔδεις καὶ ὕβριζες πολίτας ἀνθρώπους καὶ τοὺς ταλαιπώρους μετοίκους, οἷς ὑβριστικώτερον τοῖς οἰκέταις τοῖς σαυτοῦ κέχρησαι; 22.55καὶ μὴν εἰ θέλετε σκέψασθαι τί δοῦλον ἐλεύθερον εἶναι διαφέρει, τοῦτο μέγιστον ἂν εὕροιτε, ὅτι τοῖς μὲν δούλοις τὸ σῶμα τῶν ἀδικημάτων ἁπάντων ὑπεύθυνόν ἐστιν, τοῖς δʼ ἐλευθέροις, κἂν τὰ μέγιστʼ ἀτυχῶσιν, τοῦτό γʼ ἔνεστι σῶσαι· εἰς χρήματα γὰρ τὴν δίκην περὶ τῶν πλείστων παρὰ τούτων προσήκει λαμβάνειν. δὲ τοὐναντίον εἰς τὰ σώματα, ὥσπερ ἀνδραπόδοις, ἐποιήσατο τὰς τιμωρίας.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.51 Dem. 22.54 (English) >>Dem. 22.57

Powered by PhiloLogic